TLG 0202 001 :: MACE(DONIUS) :: Paean in Apollinem et Aesculapium (IG 3.1.171b)

MACE(DONIUS) Lyr.
(Incertum)

Paean in Apollinem et Aesculapium (IG 3.1.171b)

Source: Powell, J.U. (ed.), Collectanea Alexandrina. Oxford: Clarendon Press, 1925 (repr. 1970): 138–139.

Citation: (Line)

tΜακε[δόνιος] ἐποίησεν
1Δήλιον εὐφαρέτρα[ν ἑκατηβόλον] εὔφρονι θυμῷ εὐφημ[εῖτε, φέροντες, ἰὴ ἰέ, ὢ ἰὲ Παιάν,] ἱκτῆρ[α] κλάδον ἐν παλά[μαις, Διὸς] ἀ[γλ]αὸν ἔρνος, κοῦροι Ἀθη[ναίων, ἰὴ ἰέ, ὢ ἰὲ Παιάν,]
5..υ..αμε.....ος ὕμνος ἀεί[δ....] κλυτόν, ἤπ̣[ι]ον υ̣[.....] [ἰὴ Παιάν,] ἐπιτάρροθον ὅν π[οτε γεί]νατο νούσω[ν] [μήτηρ ἠδὲ] δύης Ἀσκληπιὸν εὔφ[ρονα] κοῦρον,
10[ἰὴ Παιάν.]
Τὸν δ’ ἀνὰ Πηλιάδας κορυφὰς ἐδίδαξε [τέ]χνη[ν τε] [καὶ σο]φίαν Κένταυρος ἀλεξίπονον μερόπεσσιν, [ἰὴ Παιάν,] παῖδα Κορωνίδος, ἤπιον ἀν[δ]ράσι,138
15δαίμονα σεμνότα[τον.] [ἰὴ Παιάν·] Τοῦ δ’ ἐγένοντο κό[ρ]οι Ποδαλείριος ἠδὲ Μαχάων, Ἕλλη[σιν κοσμήτορε] λόγχης, ἰὴ Παιάν,
20ἠδ’ Ἰασὼ Ἀκεσώ τε καὶ Αἴγλη καὶ Πανάκεια, Ἠπιόνης [θύγατρες σὺν] ἀριπρέπτῳ Ὑγιείᾳ, ἰὴ Παιάν. Χαῖρε, βροτοῖς μέγ’ ὄνειαρ, δαῖμον κλεινότατε, ὢ [ἰὲ Παιάν,]
25Ἀσκληπιέ, σὴν δὲ δίδου σοφίαν ὑμνοῦντας ἐς αἰ[εὶ] [θ]άλλειν ἐν βιοτῇ σὺν τερπνοτάτῃ Ὑγιείᾳ, ἰὴ Παιά[ν]· σῴζοις δ’ Ἀτθίδα Κεκροπίαν πόλιν αἰὲν ἐπερχόμ[εν]ος,
30ἰὲ Παιάν. Ἤπιος ἔσσο, μάκαρ, στυγερὰς δ’ ἀπερύκεο νούσους,
[ἰὴ] ἰέ, ὢ ἰ[ὲ] Παιάν.139